Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.325 Joseph. AJ 6.329 (English) >>Joseph. AJ 6.333

6.327

Ἔτυχε δὲ Σαοῦλος τῶν Ἑβραίων βασιλεὺς τοὺς μάντεις καὶ τοὺς ἐγγαστριμύθους καὶ πᾶσαν τὴν τοιαύτην τέχνην ἐκ τῆς χώρας ἐκβεβληκὼς ἔξω τῶν προφητῶν. ἀκούσας δὲ τοὺς Παλαιστίνους ἤδη παρόντας καὶ ἔγγιστα Σούνης πόλεως ἐν τῷ πεδίῳ ἐστρατοπεδευκότας ἐξώρμησεν ἐπʼ αὐτοὺς μετὰ τῆς δυνάμεως. 6.328καὶ παραγενόμενος πρὸς ὄρει τινὶ Γελβουὲ καλουμένῳ βάλλεται στρατόπεδον ἀντικρὺ τῶν πολεμίων. ταράττει δʼ αὐτὸν οὐχ ὡς ἔτυχεν τῶν ἐχθρῶν δύναμις πολλή τε οὖσα καὶ τῆς οἰκείας κρείττων ὑπονοουμένη, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν ἐρωτᾷ περὶ τῆς μάχης καὶ τοῦ περὶ ταύτην ἐσομένου τέλους προειπεῖν. 6.329οὐκ ἀποκρινομένου δὲ τοῦ θεοῦ ἔτι μᾶλλον Σαοῦλος κατέδεισε καὶ τὴν ψυχὴν ἀνέπεσε, τὸ κακὸν οἷον εἰκὸς οὐ παρόντος αὐτῷ κατὰ χεῖρα τοῦ θείου προορώμενος. ζητηθῆναι δʼ αὑτῷ κελεύει γύναιόν τι τῶν ἐγγαστριμύθων καὶ τῶν τεθνηκότων ψυχὰς ἐκκαλουμένων ὡς οὕτως γνωσομένῳ, ποῖ χωρεῖν αὐτῷ μέλλει τὰ πράγματα· 6.330τὸ γὰρ τῶν ἐγγαστριμύθων γένος ἀνάγον τὰς τῶν νεκρῶν ψυχὰς διʼ αὐτῶν προλέγει τοῖς δεομένοις τὰ ἀποβησόμενα. μηνυθέντος δʼ αὐτῷ παρά τινος τῶν οἰκετῶν εἶναί τι γύναιον τοιοῦτον ἐν πόλει Δώρῳ, λαθὼν πάντας τοὺς ἐν τῷ στρατοπέδῳ καὶ μετεκδὺς τὴν βασιλικὴν ἐσθῆτα δύο παραλαβὼν οἰκέτας, οὓς ᾔδει πιστοτάτους ἄνδρας, ἧκεν εἰς τὴν Δῶρον πρὸς τὴν γυναῖκα καὶ παρεκάλει μαντεύεσθαι καὶ ἀνάγειν αὐτῷ ψυχὴν οὗπερ ἂν αὐτὸς εἴπῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.325 Joseph. AJ 6.329 (English) >>Joseph. AJ 6.333

Powered by PhiloLogic